Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.191 Joseph. AJ 6.196 (English) >>Joseph. AJ 6.200

6.194τούτων δὲ ἀκούων βασιλεύς, ὡς τὸ μὲν ἔλαττον τῆς μαρτυρίας αὐτὸς λάβοι, τὸ δὲ τῶν μυριάδων πλῆθος ἀνατεθείη τῷ νεανίσκῳ, καὶ λογισάμενος μηδὲν οὕτω μετὰ λαμπρὰν εὐφημίαν τὴν βασιλείαν ὑστερεῖν αὐτῷ φοβεῖσθαι καὶ ὑποπτεύειν ἤρξατο τὸν Δαυίδην. 6.195καὶ τῆς μὲν πρώτης τάξεως, ἐπεὶ τῷ δέει πλησίον αὐτοῦ καὶ λίαν ἐγγὺς ἐδόκει, ἐποίησε γὰρ αὐτὸν ὁπλοφόρον, μεταστήσας ἀποδείκνυσι χιλίαρχον δοὺς αὐτῷ χώραν ἀμείνονα μὲν ἀσφαλεστέραν δὲ ὡς ἐνόμιζεν αὑτῷ· ἐβούλετο γὰρ εἰς τοὺς πολεμίους αὐτὸν ἐκπέμπειν καὶ τὰς μάχας ὡς ἐν τοῖς κινδύνοις τεθνηξόμενον. 6.196

Δαυίδης δὲ πανταχοῦ τὸν θεὸν ἐπαγόμενος ὅποι ποτʼ ἀφίκοιτο κατώρθου καὶ διευπραγῶν ἐδείκνυτο, ὡς διʼ ὑπερβολὴν τῆς ἀνδρείας τόν τε λαὸν αὐτοῦ καὶ τὴν Σαούλου θυγατέρα παρθένον ἔτι οὖσαν λαβεῖν ἔρωτα καὶ τοῦ πάθους ὑπερκρατοῦντος γενέσθαι φανερὰν καὶ διαβληθῆναι πρὸς τὸν πατέρα. 6.197 δʼ ὡς ἀφορμῇ χρησάμενος τῆς ἐπὶ Δαυίδην ἐπιβουλῆς ἡδέως ἤκουσε καὶ δώσειν προθύμως αὐτῷ τὴν παρθένον πρὸς τοὺς τὸν ἔρωτα μηνύσαντας αὐτῆς ἔφη γενησόμενον ἀπωλείας καὶ κινδύνων αἴτιον αὐτῷ ληψομένῳ· “κατεγγυῶ γὰρ, εἶπεν, αὐτῷ τὸν τῆς θυγατρός μου γάμον, ἂν ἑξακοσίας μοι κομίσῃ κεφαλὰς τῶν πολεμίων. 6.198 δὲ καὶ γέρως οὕτω λαμπροῦ προτεθέντος καὶ βουλόμενος ἐπʼ ἔργῳ παραβόλῳ καὶ ἀπίστῳ λαβεῖν κλέος ὁρμήσει μὲν ἐπὶ τὴν πρᾶξιν, διαφθαρήσεται δὲ ὑπὸ τῶν Παλαιστίνων καὶ χωρήσει μοι τὰ κατʼ αὐτὸν εὐπρεπῶς· ἀπαλλαγήσομαι γὰρ αὐτοῦ διʼ ἄλλων αὐτὸν ἀλλʼ



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.191 Joseph. AJ 6.196 (English) >>Joseph. AJ 6.200

Powered by PhiloLogic